Difference between revisions of "1/ΑΓΙΟΡΕΙΤΙΚΟΝ ΩΡΟΛΟΓΙΟΝ"

From www.PSALTIKI.info
< 1
Jump to: navigation, search
m
m (ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ – МАЛОЕ ПОВЕЧЕРІЕ)
Line 1,001: Line 1,001:

|2 Ἀναγνώστης: Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων·

|2 Ἀναγνώστης:

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,008: Line 1,009:

|2 Ἀναγνώστης: Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

|2 Ἀναγνώστης:

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Line 1,027: Line 1,029:

|2 Ἀναγνώστης: Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

|2 Ἀναγνώστης:

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,034: Line 1,037:

|2 Ἀναγνώστης: Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

|2 Ἀναγνώστης:

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Line 1,053: Line 1,057:

|2 Ἀναγνώστης: Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη·

|2 Ἀναγνώστης:

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,060: Line 1,065:

|2 Ἀναγνώστης: Ἤκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον·

|2 Ἀναγνώστης:

Ἤκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Line 1,079: Line 1,085:

|2 Ἀναγνώστης: Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες·

|2 Ἀναγνώστης:

Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,086: Line 1,093:

|2 Ἀναγνώστης: Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ·

|2 Ἀναγνώστης:

Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Line 1,105: Line 1,113:

|2 Ἀναγνώστης: Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·

|2 Ἀναγνώστης:

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,112: Line 1,121:

|2 Ἀναγνώστης: Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·

|2 Ἀναγνώστης:

Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Line 1,131: Line 1,141:

|2 Ἀναγνώστης: Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων·

|2 Ἀναγνώστης:

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,138: Line 1,149:

|2 Ἀναγνώστης: Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾿ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·

|2 Ἀναγνώστης:

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾿ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Line 1,157: Line 1,169:

|2 Ἀναγνώστης: Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας·

|2 Ἀναγνώστης:

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,164: Line 1,177:

|2 Ἀναγνώστης: Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·

|2 Ἀναγνώστης:

Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Line 1,183: Line 1,197:

|2 Ἀναγνώστης: Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

|2 Ἀναγνώστης:

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,190: Line 1,205:

|2 Ἀναγνώστης: Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τό, πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

|2 Ἀναγνώστης:

Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τό, πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Line 1,209: Line 1,225:

|2 Ἀναγνώστης: Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾿ ἡμᾶς ἐφάνη καθ᾿ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·

|2 Ἀναγνώστης:

Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾿ ἡμᾶς ἐφάνη καθ᾿ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,216: Line 1,233:

|2 Ἀναγνώστης: Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·

|2 Ἀναγνώστης:

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Line 1,235: Line 1,253:

|2 Ἀναγνώστης: Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν·

|2 Ἀναγνώστης:

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,242: Line 1,261:

|2 Ἀναγνώστης: Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·

|2 Ἀναγνώστης:

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Line 1,261: Line 1,281:

|2 Ἀναγνώστης: Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾿ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·

|2 Ἀναγνώστης:

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾿ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ἀλληλούϊα.
Line 1,268: Line 1,289:

|2 Ἀναγνώστης: Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναὸν Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·

|2 Ἀναγνώστης:

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναὸν Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.
Line 1,289: Line 1,311:

|2 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

|2 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον·

Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον·

1 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

1 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Revision as of 01:54, 29 August 2017

ΩΡΑ Θ΄. Девѧ‍тый часъ.‌

Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Свѧще́нникъ: Благослове́нъ Бо́гъ нашъ, всегда̀, ны́нѣ и҆ при́снѡ и҆ во вѣ́ки вѣкѡ́въ.
Ἀναγνώστης: Ἀμήν. Чте́цъ: А҆ми́нь
Ἱερεύς: Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Свѧще́нникъ: Сла́ва Тебѣ̀ Бо́же нашъ, сла́ва Тебѣ̀.
Γέρων: Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ста́рецъ: Цр҃ю̀ нбⷭ҇ный, ᲂу҆тѣ́шителю, дш҃е и҆́стины, и҆́же вездѣ̀ сы́й и҆ всѧ̑ и҆сполнѧ́ѧй, сокро́вище бл҃ги́хъ и҆ жи́зни пода́телю, прїидѝ и҆ всели́сѧ въ ны̀, и҆ ѡ҆чи́сти ны̀ ѿ всѧ́кїѧ скве́рны, и҆ сп҃сѝ бл҃же дꙋ́шы на́шѧ.
Ἀναγνώστης: Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς). Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον (τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Чте́цъ: а҆ми́нь.

Ст҃ы́й бж҃е, ст҃ы́й крѣ́пкїй, ст҃ы́й безсме́ртный, поми́лꙋй на́съ (три́жды). Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Прест҃а́ѧ трⷪ҇це, поми́лꙋй на́съ: гдⷭ҇и, ѡ҆чи́сти грѣхѝ на́шѧ: влⷣко, простѝ беззакѡ́нїѧ на̑ша: ст҃ы́й, посѣтѝ и҆ и҆сцѣлѝ не́мѡщи на́шѧ, и҆́мене твоегѡ̀ ра́ди.

Гдⷭ҇и поми́лꙋй (три́жды).

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Ѻч҃е на́шъ, и҆́же є҆сѝ на нб҃сѣ́хъ, да свѧти́тсѧ и҆́мѧ твоѐ, да прїи́детъ црⷭ҇твїе твоѐ: да бꙋ́детъ во́лѧ твоѧ̀, ꙗ҆́кѡ на нб҃сѝ и҆ на землѝ. хлѣ́бъ на́шъ насꙋ́щный да́ждь на́мъ дне́сь, и҆ ѡ҆ста́ви на́мъ до́лги на́шѧ, ꙗ҆́коже и҆ мы̀ ѡ҆ставлѧ́емъ должникѡ́мъ на́шымъ: и҆ не введѝ на́съ во и҆скꙋше́нїе, но и҆зба́ви на́съ ѿ лꙋка́вагѡ.

Ἱερεύς: Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Свѧще́нникъ: Ꙗ҆́кѡ твоѐ є҆́сть црⷭ҇тво, и҆ си́ла, и҆ сла́ва, ѻ҆ц҃а̀, и҆ сн҃а, и҆ ст҃а́гѡ дх҃а, ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ.
Ἀναγνώστης: Ἀμήν. Κύριε ἐλέησον (ιβ΄). Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Чте́цъ: А҆ми́нь. Гдⷭ҇и поми́лꙋй (в҃і). Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ цр҃е́ви на́шемꙋ бг҃ꙋ.

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ хрⷭ҇тꙋ̀, цр҃е́ви на́шемꙋ бг҃ꙋ.

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ самомꙋ̀ хрⷭ҇тꙋ̀, цр҃е́ви и҆ бг҃ꙋ на́шемꙋ.

ΨΑΛΜΟΣ ΠΓ΄ (83).

1. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε, τῶν δυνάμεων!
2. Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.
3. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.
4. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.
5. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο,
6. εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν·
7. πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.
8. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ.
9. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
10. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἤ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.
11. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.
12. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

Ѱало́мъ пг҃ (83).

1. Ко́ль возлю́блєнна селє́нїѧ твоѧ̑, гдⷭ҇и си́лъ;
2. Жела́етъ и҆ скончава́етсѧ дꙋша̀ моѧ̀ во дворы̀ гдⷭ҇ни. Се́рдце моѐ и҆ пло́ть моѧ̀ возра́довастасѧ ѡ҆ бз҃ѣ жи́вѣ.
3. И҆́бо пти́ца ѡ҆брѣ́те себѣ̀ хра́минꙋ, и҆ го́рлица гнѣздо̀ себѣ̀, и҆дѣ́же положи́тъ птенцы̀ своѧ̑: Ѻлтарѝ твоѧ̑ гдⷭ҇и си́лъ, цр҃ю̀ мо́й и҆ бж҃е мо́й.
4. Бл҃же́ни живꙋ́щїи въ домꙋ̀ твое́мъ, въ вѣ́ки вѣкѡ́въ восхва́лѧтъ тѧ̀.
5. Бл҃же́нъ мꙋ́жъ, є҆мꙋ́же є҆́сть застꙋпле́нїе є҆гѡ̀ ᲂу҆ тебѐ, восхождє́нїѧ въ се́рдцѣ свое́мъ положѝ.
6. Во ю҆до́ль плаче́внꙋю, въ мѣ́сто є҆́же положѝ: и҆́бо бл҃гослове́нїе да́стъ законополага́ѧй.
7. По́йдꙋтъ ѿ си́лы въ си́лꙋ, ꙗ҆ви́тсѧ бг҃ъ богѡ́въ въ сїѡ́нѣ.
8. Гдⷭ҇и бж҃е си́лъ, ᲂу҆слы́ши мл҃твꙋ мою̀, внꙋшѝ бж҃е і҆а́кѡвль.
9. Защи́тниче на́шъ ви́ждь бж҃е, и҆ при́зри на лицѐ хрїста̀ твоегѡ̀.⁠⁠⁠
10. Ꙗ҆́кѡ лꙋ́чше де́нь є҆ди́нъ во дво́рѣхъ твои́хъ па́че ты́сѧщъ. И҆зво́лихъ примета́тисѧ въ домꙋ̀ бг҃а моегѡ̀ па́че, не́же жи́ти мѝ въ селе́нїихъ грѣ́шничихъ.
11. Ꙗ҆́кѡ млⷭ҇ть и҆ и҆́стинꙋ лю́битъ гдⷭ҇ь, бг҃ъ бл҃года́ть и҆ сла́вꙋ да́стъ. Гдⷭ҇ь не лиши́тъ бл҃ги́хъ, ходѧ́щихъ неѕло́бїемъ.
12. Гдⷭ҇и бж҃е си́лъ, бл҃же́нъ человѣ́къ ᲂу҆пова́ѧй на тѧ̀.
ΨΑΛΜΟΣ ΠΔ΄ (84).
1. Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
2. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
3. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
4. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾿ ἡμῶν.
5. Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;
6. Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.
7. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
8. Ἀκούσομαι τὶ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾿ αὐτόν.
9. Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
10. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.
11. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε.
12. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
13. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
Ѱало́мъ пд҃ (84).
1. Бл҃говоли́лъ є҆сѝ гдⷭ҇и землю̀ твою̀, возврати́лъ є҆сѝ плѣ́нъ і҆а́кѡвль.
2. Ѡ҆ста́вилъ є҆сѝ беззакѡ́нїѧ люде́й твои́хъ, покры́лъ є҆сѝ всѧ̑ грѣхѝ и҆́хъ.
3. Оу҆кроти́лъ є҆сѝ ве́сь гнѣ́въ тво́й, возврати́лсѧ є҆сѝ ѿ гнѣ́ва ꙗ҆́рости твоеѧ̀.
4. Возвратѝ на́съ бж҃е сп҃се́нїй на́шихъ, и҆ ѿвратѝ ꙗ҆́рость твою̀ ѿ на́съ.
5. Є҆да̀ во вѣ́ки прогнѣ́ваешисѧ на ны̀; и҆лѝ простре́ши гнѣ́въ тво́й ѿ ро́да въ ро́дъ;
6. Бж҃е, ты̀ ѡ҆бра́щьсѧ ѡ҆живи́ши ны̀, и҆ лю́дїе твоѝ возвеселѧ́тсѧ ѡ҆ тебѣ̀.
7. Ꙗ҆вѝ на́мъ гдⷭ҇и млⷭ҇ть твою̀, и҆ сп҃се́нїе твоѐ да́ждь на́мъ.
8. Оу҆слы́шꙋ, что̀ рече́тъ ѡ҆ мнѣ̀ гдⷭ҇ь бг҃ъ: ꙗ҆́кѡ рече́тъ ми́ръ на лю́ди своѧ̑, и҆ на прпⷣбныѧ своѧ̑, и҆ на ѡ҆браща́ющыѧ сердца̀ къ немꙋ̀.
9. Ѻба́че бли́зъ боѧ́щихсѧ є҆гѡ̀ сп҃се́нїе є҆гѡ̀, всели́ти сла́вꙋ въ зе́млю на́шꙋ.
10. Млⷭ҇ть и҆ и҆́стина срѣто́стѣсѧ, пра́вда и҆ ми́ръ ѡ҆блобыза́стасѧ.
11. И҆́стина ѿ землѝ возсїѧ̀, и҆ пра́вда съ нб҃сѐ прини́че.
12. И҆́бо гдⷭ҇ь да́стъ бл҃гость, и҆ землѧ̀ на́ша да́стъ пло́дъ сво́й.
13. Пра́вда пред̾ ни́мъ пред̾и́детъ, и҆ положи́тъ въ пꙋ́ть стѡпы̀ своѧ̑.
ΨΑΛΜΟΣ ΠΕ΄ (85).
1. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
2. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλον σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
3. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν, εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
4. Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικής, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
5. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
6. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου.
7. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.
8. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου.
9. Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος.
10. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
11. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.
12. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾿ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
13. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
14. Καὶ σύ, Κύριε, ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
15. Ἐπίβλεψον ἐπ᾿ ἐμέ, καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
16. Ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. καὶ πάλιν·

Ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός (γ΄). Κύριε, ἐλέησον (γ΄), Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.

Ѱало́мъ пє҃ (85).
1. Приклонѝ гдⷭ҇и ᲂу҆́хо твоѐ, и҆ ᲂу҆слы́ши мѧ̀, ꙗ҆́кѡ ни́щъ и҆ ᲂу҆бо́гъ є҆́смь а҆́зъ.
2. Сохранѝ дꙋ́шꙋ мою̀, ꙗ҆́кѡ прпⷣбенъ є҆́смь: сп҃сѝ раба̀ твоего̀ бж҃е мо́й, ᲂу҆пова́ющаго на тѧ̀.
3. Поми́лꙋй мѧ̀ гдⷭ҇и, ꙗ҆́кѡ къ тебѣ̀ воззовꙋ̀ ве́сь де́нь. Возвеселѝ дꙋ́шꙋ раба̀ твоегѡ̀, ꙗ҆́кѡ къ тебѣ̀ взѧ́хъ дꙋ́шꙋ мою̀.
4. Ꙗ҆́кѡ ты̀ гдⷭ҇и, бл҃гъ и҆ кро́токъ, и҆ многомлⷭ҇тивъ всѣ̑мъ призыва́ющымъ тѧ̀.
5. Внꙋшѝ гдⷭ҇и мл҃твꙋ мою̀, и҆ вонмѝ гла́сꙋ моле́нїѧ моегѡ̀.
6. Въ де́нь ско́рби моеѧ̀ воззва́хъ къ тебѣ̀, ꙗ҆́кѡ ᲂу҆слы́шалъ мѧ̀ є҆сѝ.
7. Нѣ́сть подо́бенъ тебѣ̀ въ бозѣ́хъ гдⷭ҇и, и҆ нѣ́сть по дѣлѡ́мъ твои̑мъ.
8. Всѝ ꙗ҆зы́цы, є҆ли́ки сотвори́лъ є҆сѝ, прїи́дꙋтъ и҆ покло́нѧтсѧ пред̾ тобо́ю гдⷭ҇и, и҆ просла́вѧтъ и҆́мѧ твоѐ:
9. Ꙗ҆́кѡ ве́лїй є҆сѝ ты̀, и҆ творѧ́й чꙋдеса̀, ты̀ є҆сѝ бг҃ъ є҆ди́нъ.
10. Наста́ви мѧ̀ гдⷭ҇и, на пꙋ́ть тво́й, и҆ пойдꙋ̀ во и҆́стинѣ твое́й: да возвесели́тсѧ се́рдце моѐ, боѧ́тисѧ и҆́мене твоегѡ̀.
11. И҆сповѣ́мсѧ тебѣ̀ гдⷭ҇и бж҃е мо́й, всѣ́мъ се́рдцемъ мои́мъ, и҆ просла́влю и҆́мѧ твоѐ въ вѣ́къ.
12. Ꙗ҆́кѡ млⷭ҇ть твоѧ̀ ве́лїѧ на мнѣ̀, и҆ и҆зба́вилъ є҆сѝ дꙋ́шꙋ мою̀ ѿ а҆́да преиспо́днѣйшагѡ.
13. Бж҃е законопрестꙋ̑пницы воста́ша на мѧ̀, и҆ со́нмъ держа́вныхъ взыска́ша дꙋ́шꙋ мою̀, и҆ не предложи́ша тебѐ пред̾ собо́ю.
14. И҆ ты̀ гдⷭ҇и бж҃е мо́й ще́дрый и҆ млⷭ҇тивый долготерпѣли́вый и҆ многомлⷭ҇тивый, и҆ и҆́стинный:
15. При́зри на мѧ̀, и҆ поми́лꙋй мѧ̀: да́ждь держа́вꙋ твою̀ ѻ҆́трокꙋ твоемꙋ̀, и҆ сп҃сѝ сы́на рабы̀ твоеѧ̀.
16. Сотворѝ со мно́ю зна́менїе во бл҃го: и҆ да ви́дѧтъ ненави́дѧщїи мѧ̀, и҆ постыдѧ́тсѧ, ꙗ҆́кѡ ты̀ гдⷭ҇и помо́глъ мѝ, и҆ ᲂу҆тѣ́шилъ мѧ̀ є҆сѝ. И҆ па́ки:

Сотворѝ со мно́ю зна́менїе во бл҃го: и҆ да ви́дѧтъ ненави́дѧщїи мѧ̀, и҆ постыдѧ́тсѧ, ꙗ҆́кѡ ты̀ гдⷭ҇и помо́глъ мѝ, и҆ ᲂу҆тѣ́шилъ мѧ̀ є҆сѝ.

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

А҆ллилꙋ́їа, А҆ллилꙋ́їа, А҆ллилꙋ́їа, сла́ва Тебѣ̀ Бо́же (три́жды). Гдⷭ҇и поми́лꙋй (три́жды), Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ.

Ἀναγνώστης: ἀναγ‍ινώσκει τὰ Ἀπολυτίκια

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας, ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου, ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαάκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον (τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Чте́цъ:чте‍тъ ТРОПАРИ

и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

И҆́же на́съ ра́ди рожде́йсѧ ѿ дв҃ы, и҆ распѧ́тїе претерпѣ́въ бл҃гі́й, и҆спрове́ргїй сме́ртїю сме́рть, и҆ воскрⷭ҇нїе ꙗ҆вле́й ꙗ҆́кѡ бг҃ъ, не пре́зри, ꙗ҆̀же созда́лъ є҆сѝ рꙋко́ю твое́ю: ꙗ҆вѝ чл҃вѣколю́бїе твоѐ млⷭ҇тиве, прїимѝ ро́ждшꙋю тѧ̀ бцⷣꙋ молѧ́щꙋюсѧ за ны̀, и҆ сп҃сѝ сп҃се на́шъ, лю́ди ѿча̑ѧнныѧ.

Не преда́ждь на́съ до конца̀, и҆́мене твоегѡ̀ ра́ди, и҆ не разорѝ завѣ́та твоегѡ̀, и҆ не ѿста́ви млⷭ҇ти твоеѧ̀ ѿ на́съ, а҆враа́ма ра́ди возлю́бленнагѡ ѿ тебѐ, и҆ за і҆саа́ка раба̀ твоего̀, и҆ і҆и҃лѧ ст҃а́го твоего̀.

Ст҃ы́й бж҃е, ст҃ы́й крѣ́пкїй, ст҃ы́й безсме́ртный, поми́лꙋй на́съ (три́жды).

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Прест҃а́ѧ трⷪ҇це, поми́лꙋй на́съ: гдⷭ҇и, ѡ҆чи́сти грѣхѝ на́шѧ: влⷣко, простѝ беззакѡ́нїѧ на̑ша: ст҃ы́й, посѣтѝ и҆ и҆сцѣлѝ не́мѡщи на́шѧ, и҆́мене твоегѡ̀ ра́ди.

Гдⷭ҇и поми́лꙋй (три́жды).

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Ѻч҃е на́шъ, и҆́же є҆сѝ на нб҃сѣ́хъ, да свѧти́тсѧ и҆́мѧ твоѐ, да прїи́детъ црⷭ҇твїе твоѐ: да бꙋ́детъ во́лѧ твоѧ̀, ꙗ҆́кѡ на нб҃сѝ и҆ на землѝ. хлѣ́бъ на́шъ насꙋ́щный да́ждь на́мъ дне́сь, и҆ ѡ҆ста́ви на́мъ до́лги на́шѧ, ꙗ҆́коже и҆ мы̀ ѡ҆ставлѧ́емъ должникѡ́мъ на́шымъ: и҆ не введѝ на́съ во и҆скꙋше́нїе, но и҆зба́ви на́съ ѿ лꙋка́вагѡ.

Ἱερεύς: Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Свѧще́нникъ: Ꙗ҆́кѡ твоѐ є҆́сть црⷭ҇тво, и҆ си́ла, и҆ сла́ва, ѻ҆ц҃а̀, и҆ сн҃а, и҆ ст҃а́гѡ дх҃а, ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ.
Ἀναγνώστης: Ἀμήν. Κοντάκια. Κύριε, ἐλέησον (μ΄).

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος, Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωήν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον· τὰ σώματα ἅγνισον· τοὺς λογισμοὺς διόρθωσον· τὰς ἐννοίας κάθαρον· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον (γ΄).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

Чте́цъ: А҆ми́нь. КОНДАКИ. Гдⷭ҇и поми́лꙋй (м҃).

И҆́же на всѧ́кое вре́мѧ, и҆ на всѧ́кїй ча́съ, на нб҃сѝ и҆ на землѝ покланѧ́емый и҆ сла́вимый хрⷭ҇тѐ бж҃е, долготерпѣли́ве, многомлⷭ҇тиве, многобл҃гоꙋтро́бне, и҆́же пра́вєдныѧ любѧ́й, и҆ грѣ̑шныѧ ми́лꙋѧй, и҆́же всѧ̑ зовы́й ко сп҃се́нїю ѡ҆бѣща́нїѧ ра́ди бꙋ́дꙋщихъ бла̑гъ: са́мъ гдⷭ҇и, прїимѝ и҆ на́шѧ въ ча́съ се́й мл҃твы, и҆ и҆спра́ви живо́тъ на́шъ къ за́повѣдемъ твои̑мъ: дꙋ́шы на́шѧ ѡ҆свѧтѝ, тѣлеса̀ ѡ҆чи́сти, помышлє́нїѧ и҆спра́ви, мы̑сли ѡ҆чи́сти, и҆ и҆зба́ви на́съ ѿ всѧ́кїѧ ско́рби, ѕѡ́лъ и҆ болѣ́зней: ѡ҆градѝ на́съ ст҃ы́ми твои́ми а҆́гг҃лы: да ѡ҆полче́нїемъ и҆́хъ соблюда́еми и҆ наставлѧ́еми, дости́гнемъ въ соедине́нїе вѣ́ры, и҆ въ ра́зꙋмъ непристꙋ́пныѧ твоеѧ̀ сла́вы, ꙗ҆́кѡ бл҃гослове́нъ є҆сѝ во вѣ́ки вѣкѡ́въ, а҆ми́нь.

Гдⷭ҇и поми́лꙋй (три́жды).

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Чтⷭ҇нѣ́йшꙋю херꙋві̑мъ, и҆ сла́внѣйшꙋю без̾ сравне́нїѧ серафі̑мъ, без̾ и҆стлѣ́нїѧ бг҃а сло́ва ро́ждшꙋю, сꙋ́щꙋю бцⷣꙋ тѧ̀ велича́емъ.

И҆́менемъ гдⷭ҇нимъ бл҃гословѝ, ѻ҆́тче.

Ἱερεύς: Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς. Свѧще́нникъ: Бж҃е, ᲂу҆ще́дри ны̀ и‍‍ благослови‌ ны‌, просвѣти‌ лице‌ Твое‌ на ны‌ и‍‍ поми‍лꙋй ны‌.
Γέρων: Δέσποτα, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὔκ ἐσμεν ἄξιοι ᾆραι τὰ ὄμματα ἡμῶν καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ᾿ ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα· ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν, τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι· καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστέ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ста́рецъ: Влⷣко гдⷭ҇и, і҆и҃се хрⷭ҇тѐ бж҃е на́шъ, долготерпѣ́вый ѡ҆ на́шихъ согрѣше́нїихъ, и҆ да́же до ны́нѣшнѧгѡ часа̀ приведы́й на́съ, во́ньже на животворѧ́щемъ дре́вѣ ви́сѧ, бл҃горазꙋ́мномꙋ разбо́йникꙋ, и҆́же въ ра́й пꙋтесотвори́лъ є҆сѝ вхо́дъ, и҆ сме́ртїю сме́рть разрꙋши́лъ є҆сѝ, ѡ҆чи́сти на́съ грѣ́шныхъ и҆ недосто́йныхъ ра̑бъ твои́хъ. согрѣши́хомъ бо и҆ беззако́нновахомъ, и҆ нѣ́смы досто́йни возвестѝ ѻ҆чеса̀ на̑ша и҆ воззрѣ́ти на высотꙋ̀ нбⷭ҇нꙋю: занѐ ѡ҆ста́вихомъ пꙋ́ть пра́вды твоеѧ̀, и҆ ходи́хомъ въ во́лѧхъ серде́цъ на́шихъ. но мо́лимъ твою̀ безмѣ́рнꙋю бл҃гость, пощадѝ на́съ гдⷭ҇и, по мно́жествꙋ млⷭ҇ти твоеѧ̀, и҆ сп҃сѝ на́съ и҆́мене твоегѡ̀ ра́ди ст҃а́гѡ, ꙗ҆́кѡ и҆счезо́ша въ сꙋетѣ̀ дні́е на́ши, и҆змѝ на́съ и҆з̾ рꙋкѝ сопроти́внагѡ, и҆ ѡ҆ста́ви на́мъ грѣхѝ на́шѧ, и҆ ᲂу҆мертвѝ плотско́е на́ше мꙋдрова́нїе, да ве́тхаго ѿложи́вше человѣ́ка, въ но́ваго ѡ҆блеце́мсѧ: и҆ тебѣ̀ поживе́мъ на́шемꙋ влⷣцѣ, и҆ бл҃годѣ́телю, и҆ та́кѡ твои̑мъ послѣ́дꙋюще повелѣ́нїємъ, въ вѣ́чный поко́й дости́гнемъ, и҆дѣ́же є҆ть всѣ́хъ веселѧ́щихсѧ жили́ще, ты́ бо є҆сѝ вои́стиннꙋ и҆́стинное весе́лїе и҆ ра́дость лю́бѧщихъ тѧ̀ хрⷭ҇тѐ бж҃е на́шъ, и҆ тебѣ̀ сла́вꙋ возсыла́емъ, со безнача́льнымъ твои́мъ ѻ҆ц҃е́мъ, и҆ прест҃ы́мъ, и҆ бл҃ги́мъ, и҆ животворѧ́щимъ твои́мъ дх҃омъ, ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ, а҆ми́нь.
Ἀναγνώστης: Ἀμήν.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον (γ΄), εὐλόγησον.

Чте́цъ: А҆ми́нь.

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь. Гдⷭ҇и поми́лꙋй (три́жды), благослови‌.

Ἱερεύς: ποιεῖ ἈΠΌΛΥΣΙΝ.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Свѧще́нникъ: твори‍тъ ѾПꙊСТЪ.

Моли‍твами свѧты‍хъ ѻ‍‍те‍цъ нашихъ, Го‍споди, І‍‍исꙋ‍се Хрїсте‌, Сы‍не Бо‍жїй, поми‍лꙋй насъ.

Ἀναγνώστης: Ἀμήν. Чте́цъ: А҆ми́нь.

Ἑσπερινὸς καθημερινῶν - Вече‍рнѧ вседне‍внаѧ

Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Свѧще́нникъ: Благослове́нъ Бо́гъ нашъ, всегда̀, ны́нѣ и҆ при́снѡ и҆ во вѣ́ки вѣкѡ́въ.
Ἀναγνώστης: Ἀμήν. Чте́цъ: А҆ми́нь
Γέρων:

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμος ῥ⁠γ´ (103).

1. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπεια ἐνεδύσω,
2. ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν,
3. ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὑτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
4. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.
5. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
6. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
7. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βρ οντῆς σου δειλιάσουσιν.
8. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
9. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
10. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
11. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
12. Ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
13. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
14. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
15. Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
16. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
17. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
18. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
19. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
20. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
21. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητήσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
22. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
23. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.
24. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεως σου.
25. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
26. Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
27. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον·
28. δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος·
29. ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
30. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
31. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ.
32. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
33. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
34. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
35. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεὸς (γ´).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ста́рецъ:

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ цр҃е́ви на́шемꙋ бг҃ꙋ.

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ хрⷭ҇тꙋ̀, цр҃е́ви на́шемꙋ бг҃ꙋ.

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ самомꙋ̀ хрⷭ҇тꙋ̀, цр҃е́ви и҆ бг҃ꙋ на́шемꙋ.

Ѱало́мъ рг҃ (103).

1. Бл҃гословѝ дꙋшѐ моѧ̀ гдⷭ҇а: гдⷭ҇и бж҃е мо́й, возвели́чилсѧ є҆сѝ ѕѣлѡ̀, во и҆сповѣ́данїе и҆ въ велелѣ́потꙋ ѡ҆бле́клсѧ є҆сѝ.
2. Ѡ҆дѣѧ́йсѧ свѣ́томъ ꙗ҆́кѡ ри́зою, простира́ѧй нб҃о ꙗ҆́кѡ ко́жꙋ.
3. Покрыва́ѧй вода́ми превы́спрєннѧѧ своѧ̑, полага́ѧй ѻ҆́блаки на восхожде́нїе своѐ, ходѧ́й на крилꙋ̀ вѣ́трєню.
4. Творѧ́й а҆́гг҃лы своѧ̑ дꙋ́хи и҆ слꙋги̑ своѧ̑ пла́мень ѻ҆́гненный.
5. Ѡ҆снова́ѧй зе́млю на тве́рди є҆ѧ̀, не преклони́тсѧ въ вѣ́къ вѣ́ка.
6. Бе́здна, ꙗ҆́кѡ ри́за ѡ҆дѣѧ́нїе є҆ѧ̀, на гора́хъ ста́нꙋтъ во́ды.
7. Ѿ запреще́нїѧ твоегѡ̀ побѣ́гнꙋтъ, ѿ гла́са гро́ма твоегѡ̀ ᲂу҆боѧ́тсѧ.
8. Восхо́дѧтъ го́ры, и҆ низхо́дѧтъ полѧ̀ въ мѣ́сто, є҆́же ѡ҆снова́лъ є҆сѝ и҆̀мъ.
9. Предѣ́лъ положи́лъ є҆сѝ, є҆гѡ́же не пре́йдꙋтъ, нижѐ ѡ҆братѧ́тсѧ покры́ти зе́млю.
10. Посыла́ѧй и҆сто́чники въ де́брѣхъ, посредѣ̀ го́ръ про́йдꙋтъ во́ды.
11. Напаѧ́ютъ всѧ̑ ѕвѣ́ри сє́льныѧ, ждꙋ́тъ ѻ҆на́гри въ жа́ждꙋ свою̀.
12. На ты́хъ пти̑цы нбⷭ҇ныѧ привита́ютъ, ѿ среды̀ ка́менїѧ дадѧ́тъ гла́съ.
13. Напаѧ́ѧй го́ры ѿ превы́спреннихъ свои́хъ, ѿ плода̀ дѣ́лъ твои́хъ насы́титсѧ землѧ̀.
14. Прозѧба́ѧй травꙋ̀ скотѡ́мъ, и҆ ѕла́къ на слꙋ́жбꙋ человѣ́кѡмъ, и҆звестѝ хлѣ́бъ ѿ землѝ.
15. И҆ вїно̀ весели́тъ се́рдце человѣ́ка, ᲂу҆ма́стити лицѐ є҆ле́емъ, и҆ хлѣ́бъ се́рдце человѣ́ка ᲂу҆крѣпи́тъ.
16. Насы́тѧтсѧ древа̀ польска̑ѧ, ке́дри лїва́нстїи, и҆̀хже є҆сѝ насади́лъ.
17. Та́мѡ пти̑цы вогнѣздѧ́тсѧ: є҆рѡді́ево жили́ще предводи́тельствꙋетъ и҆́ми.
18. Го́ры высѡ́кїѧ є҆ле́нємъ, ка́мень прибѣ́жище за́ѧцємъ.
19. Сотвори́лъ є҆́сть лꙋнꙋ̀ во времена̀, со́лнце позна̀ за́падъ сво́й.
20. Положи́лъ є҆сѝ тьмꙋ̀, и҆ бы́сть но́щь, въ не́йже про́йдꙋтъ всѝ ѕвѣ́рїе дꙋбра́внїи:
21. Скѵ́мни рыка́ющїи восхи́тити, и҆ взыска́ти ѿ бг҃а пи́щꙋ себѣ̀.
22. Возсїѧ̀ со́лнце, и҆ собра́шасѧ, и҆ въ ло́жахъ свои́хъ лѧ́гꙋтъ.
23. И҆зы́детъ человѣ́къ на дѣ́ло своѐ, и҆ на дѣ́ланїе своѐ до ве́чера.
24. Ꙗ҆́кѡ возвели́чишасѧ дѣла̀ твоѧ̑ гдⷭ҇и, всѧ̑ премꙋ́дростїю сотвори́лъ є҆сѝ: и҆спо́лнисѧ землѧ̀ тва́ри твоеѧ̀.
25. Сїѐ мо́ре вели́кое и҆ простра́нное, та́мѡ га́ди, и҆́хже нѣ́сть числа̀, живѡ́тнаѧ ма̑лаѧ съ вели́кими.
26. Та́мѡ кораблѝ препла́ваютъ, ѕмі́й се́й, є҆го́же созда́лъ є҆сѝ рꙋга́тисѧ є҆мꙋ̀.
27. Всѧ̑ къ тебѣ̀ ча́ютъ, да́ти пи́щꙋ и҆̀мъ во бл҃го вре́мѧ.
28. Да́вшꙋ тебѣ̀ и҆̀мъ, соберꙋ́тъ: ѿве́рзшꙋ тебѣ̀ рꙋ́кꙋ, всѧ́чєскаѧ и҆спо́лнѧтсѧ бл҃гости.
29. Ѿвра́щшꙋ же тебѣ̀ лицѐ возмѧтꙋ́тсѧ: ѿи́меши дꙋ́хъ и҆́хъ, и҆ и҆сче́знꙋтъ, и҆ въ пе́рсть свою̀ возвратѧ́тсѧ.
30. По́слеши дх҃а твоего̀, и҆ сози́ждꙋтсѧ, и҆ ѡ҆бнови́ши лицѐ землѝ.
31. Бꙋ́ди сла́ва гдⷭ҇нѧ во вѣ́ки, возвесели́тсѧ гдⷭ҇ь ѡ҆ дѣ́лѣхъ свои́хъ:
32. Призира́ѧй на зе́млю, и҆ творѧ́й ю҆̀ трѧсти́сѧ: прикаса́ѧйсѧ гора́мъ, и҆ дымѧ́тсѧ.
33. Воспою̀ гдⷭ҇еви въ животѣ̀ мое́мъ: пою̀ бг҃ꙋ моемꙋ̀, до́ндеже є҆́смь.
34. Да ᲂу҆слади́тсѧ є҆мꙋ̀ бесѣ́да моѧ̀, а҆́зъ же возвеселю́сѧ ѡ҆ гдⷭ҇ѣ.
35. Да и҆сче́знꙋтъ грѣ̑шницы ѿ землѝ, и҆ беззакѡ́нницы, ꙗ҆́коже не бы́ти и҆̀мъ: бл҃гословѝ дꙋшѐ моѧ̀ гдⷭ҇а.

Со́лнце позна̀ за́падъ сво́й: положи́лъ є҆сѝ тьмꙋ̀ и҆ бы́сть но́щь.

Ꙗ҆́кѡ возвели́чишасѧ дѣла̀ твоѧ̑ гдⷭ҇и, всѧ̑ премꙋ́дростїю сотвори́лъ є҆сѝ.

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

А҆ллилꙋ́їа, А҆ллилꙋ́їа, А҆ллилꙋ́їа, сла́ва Тебѣ̀ Бо́же (три́жды).

Оу‍‍пова‍нїе на‍ше, Го‍споди, сла‍ва Тебѣ‌.

Ἱερεύς: λέγει τὴν μεγάλη ἐκτενή

Ἀναγνώστης: ἀπαντᾷ καθʼ ἐκάστην αἴτησιν «Κύριε ἐλέησον» κ.ο.κ.

Свѧще́нникъ:  глаго‍литъ вели‍кꙋю є‍‍ктенїю‌

Чте́цъ: ѿвѣча‍етъ на ка‍ждое прошенїе «Го‍споди поми‍лꙋй» и т. д.

Κανονάρχης:  ἀναγιγνώσκει τὴν ἑσπερινὴν στιχολογίαν τοῦ ψαλτηρίου τῆς ἡμέρας. Канона‍рхъ:  чита‍етъ вече‍рнюю каѳи‍змꙋ днѧ.
Ἱερεύς: λέγει τὴν μικρὰν ἐκτενή

Ἀναγνώστης: ἀπαντᾷ καθʼ ἐκάστην αἴτησιν «Κύριε ἐλέησον» κ.ο.κ.

Свѧще́нникъ:  глаго‍литъ ма‍лꙋю є‍‍ктенїю‌

Чте́цъ: ѿвѣча‍етъ на ка‍ждое прошенїе «Го‍споди поми‍лꙋй» и  т. д.

Κανονάρχης:  περιβεβλημένος μαντίαν ἴσταται ἐν μέσῳ τοῦ ναοῦ ἐστραμμένος πρὸς τὸν πρῶτον χορὸν καὶ ἐκφωνεῖ τὸν ἦχον τῶν στιχηρῶν τοῦ ἑσπερινοῦ, οἱ δὲ ψάλται ἄρχουσι ψάλλειν «Κύριε ἐκέκραξα». Φθασάντων τῶν ψαλτῶν τὸ «πρόσχες τῇ φωνῇ» ποιεῖ μικρὰν μετάνοιαν πρὸς τὸν χορὸν καὶ ἐπιστρέφει εἰς τὴν ἑαυτοῦ θέσιν. Канона‍рхъ:  облачённый въ мантїю, становитсѧ посрѣди храма лицомъ къ первомꙋ хорꙋ и возглашаетъ гласъ вечернихъ стїхиръ, а пѣвцы начинаютъ пѣть «Господи воззвахъ». На словахъ «вонми‌ гла‍сꙋ моле‍нїѧ» дѣлаетъ поѧсной поклонъ хо‍рꙋ и отходитъ на своё мѣсто.

Ἑσπέρια στιχηρά

1 ψάλτης: Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνὴ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ· εἰσάκουσόν μου, Κύριε.

Вечернїѧ стїхи‍ры:

1 пѣве‍цъ: Гдⷭ҇и, воззва́хъ къ тебѣ̀, ᲂу҆слы́ши мѧ̀. Оу҆слы́ши мѧ̀ гдⷭ҇и. Гдⷭ҇и, воззва́хъ къ тебѣ̀, ᲂу҆слы́ши мѧ̀: вонмѝ гла́сꙋ моле́нїѧ моегѡ̀, внегда̀ воззва́ти мѝ къ тебѣ̀. Оу҆слы́ши мѧ̀ гдⷭ҇и.

2 ψάλτης: Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή· εἰσάκουσόν μου, Κύριε. 2 пѣве‍цъ: Да и҆спра́витсѧ мл҃тва моѧ̀, ꙗ҆́кѡ кади́ло пред̾ тобо́ю, воздѣѧ́нїе рꙋкꙋ̀ моє́ю, же́ртва вече́рнѧѧ. Оу҆слы́ши мѧ̀ гдⷭ҇и.
1. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
2. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
1. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
2. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
1. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
2. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
1. Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
2. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
1. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἄν παρέλθω.
2. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
1. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
2. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
1. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
2. Κατενόουν εἰς τά δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
1. Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
2. Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
1. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
2. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
• Εἰς στίχους ι´ — 10:

1 ψάλτης: Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

ψάλλει στιχηρόν

2 ψάλτης: Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.  ψάλλει στιχηρόν

• Εἰς στίχους η´ — 8:

1 ψάλτης: Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

ψάλλει στιχηρόν

2 ψάλτης: Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ψάλλει στιχηρόν

• Εἰς στίχους ς´ — на 6:

1 ψάλτης: Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.  ψάλλει στιχηρόν

2 ψάλτης: Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

ψάλλει στιχηρόν

• Εἰς στίχους δ´ — на 4:

1 ψάλτης: Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.  ψάλλει στιχηρόν

2 ψάλτης: Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.  ψάλλει στιχηρόν

1 ψάλτης: Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

ψάλλει στιχηρόν

2 ψάλτης: Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.  ψάλλει στιχηρόν

1. Положѝ, гдⷭ҇и, хране́нїе ᲂу҆стѡ́мъ мои̑мъ, и҆ две́рь ѡ҆гражде́нїѧ ѡ҆ ᲂу҆стна́хъ мои́хъ.
2. Не ᲂу҆клонѝ се́рдце моѐ въ словеса̀ лꙋка́вствїѧ, непщева́ти вины̀ ѡ҆ грѣсѣ́хъ.
1. Съ человѣ́ки дѣ́лающими беззако́нїе, и҆ не сочтꙋ́сѧ со и҆збра́нными и҆́хъ.
2. Нака́жетъ мѧ̀ пра́ведникъ млⷭ҇тїю, и҆ ѡ҆бличи́тъ мѧ̀: є҆ле́й же грѣ́шнагѡ да не нама́ститъ главы̀ моеѧ̀.
1. Ꙗ҆́кѡ є҆щѐ и҆ мл҃тва моѧ̀ во бл҃говоле́нїихъ и҆́хъ, поже́рты бы́ша при ка́мени сꙋдїи̑ и҆́хъ.
2. Оу҆слы́шатсѧ глаго́ли моѝ, ꙗ҆́кѡ возмого́ша: ꙗ҆́кѡ то́лща землѝ просѣ́десѧ на землѝ, расточи́шасѧ кѡ́сти и҆́хъ при а҆́дѣ.
1. Ꙗ҆́кѡ къ тебѣ̀ гдⷭ҇и, гдⷭ҇и, ѻ҆́чи моѝ, на тѧ̀ ᲂу҆пова́хъ, не ѿимѝ дꙋ́шꙋ мою̀.
2. Сохрани́ мѧ ѿ сѣ́ти, ю҆́же соста́виша мѝ, и҆ ѿ собла̑знъ дѣ́лающихъ беззако́нїе.
1. Падꙋ́тъ во мре́жꙋ свою̀ грѣ̑шницы: є҆ди́нъ є҆́смь а҆́зъ, до́ндеже прейдꙋ̀.
2. Гла́сомъ мои́мъ ко гдⷭ҇ꙋ воззва́хъ, гла́сомъ мои́мъ ко гдⷭ҇ꙋ помоли́хсѧ.
1. Пролїю̀ пред̾ ни́мъ моле́нїе моѐ, печа́ль мою̀ пред̾ ни́мъ возвѣщꙋ̀.
2. Внегда̀ и҆счеза́ти ѿ менѐ дꙋ́хꙋ моемꙋ̀, и҆ ты̀ позна́лъ є҆сѝ стєзѝ моѧ̑.
1. На пꙋтѝ се́мъ, по немꙋ́же хожда́хъ, скры́ша сѣ́ть мнѣ̀.
2. Смотрѧ́хъ ѡ҆деснꙋ́ю и҆ возглѧ́дахъ, и҆ не бѣ̀ зна́ѧй менѐ.
1. Поги́бе бѣ́гство ѿ менѐ, и҆ нѣ́сть взыска́ѧй дꙋ́шꙋ мою̀.
2. Воззва́хъ къ тебѣ̀ гдⷭ҇и, рѣ́хъ: ты̀ є҆сѝ ᲂу҆пова́нїе моѐ, ча́сть моѧ̀ є҆сѝ на землѝ живы́хъ.
1. Вонмѝ моле́нїю моемꙋ̀, ꙗ҆́кѡ смири́хсѧ ѕѣлѡ̀:
2. и҆зба́ви мѧ̀ ѿ гонѧ́щихъ мѧ̀, ꙗ҆́кѡ ᲂу҆крѣпи́шасѧ па́че менѐ.
• На і҃, стїхи̑ры:

1 пѣве‍цъ: И҆зведѝ и҆з̾ темни́цы дꙋ́шꙋ мою̀, и҆сповѣ́датисѧ и҆́мени твоемꙋ̀.

пое‍тъ стїхи‍рꙋ

2 пѣве‍цъ: Менѐ ждꙋ́тъ пра́вєдницы, до́ндеже возда́си мнѣ̀.  пое‍тъ стїхи‍рꙋ

• На и҃:

1 пѣве‍цъ: И҆з̾ глꙋбины̀ воззва́хъ къ тебѣ̀ гдⷭ҇и, гдⷭ҇и, ᲂу҆слы́ши гла́съ мо́й.  пое‍тъ стїхи‍рꙋ

2 пѣве‍цъ: Да бꙋ́дꙋтъ ᲂу҆́ши твоѝ, вне́млющѣ гла́сꙋ моле́нїѧ моегѡ̀.  пое‍тъ стїхи‍рꙋ

• На ѕ҃:

1 пѣве‍цъ: А҆́ще беззакѡ́нїѧ на́зриши гдⷭ҇и, гдⷭ҇и, кто̀ постои́тъ; ꙗ҆́кѡ ᲂу҆ тебѐ ѡ҆чище́нїе є҆́сть.  пое‍тъ стїхи‍рꙋ

2 пѣве‍цъ: И҆́мене ра́ди твоегѡ̀ потерпѣ́хъ тѧ̀ гдⷭ҇и, потерпѣ̀ дꙋша̀ моѧ̀ въ сло́во твоѐ, ᲂу҆пова̀ дꙋша̀ моѧ̀ на гдⷭ҇а.

пое‍тъ стїхи‍рꙋ

• На д҃:

1 пѣве‍цъ: Ѿ стра́жи ᲂу҆́треннїѧ до но́щи, ѿ стра́жи ᲂу҆́треннїѧ, да ᲂу҆пова́етъ і҆и҃ль на гдⷭ҇а.  пое‍тъ стїхи‍рꙋ

2 пѣве‍цъ: Ꙗ҆́кѡ ᲂу҆ гдⷭ҇а млⷭ҇ть, и҆ мно́гое ᲂу҆ негѡ̀ и҆збавле́нїе, и҆ то́й и҆зба́витъ і҆и҃лѧ ѿ всѣ́хъ беззако́нїй є҆гѡ̀.

пое‍тъ стїхи‍рꙋ

1 пѣве‍цъ: Хвали́те гдⷭ҇а всѝ ꙗ҆зы́цы, похвали́те є҆го̀ всѝ лю́дїе.

пое‍тъ стїхи‍рꙋ

2 пѣве‍цъ: Ꙗ҆́кѡ ᲂу҆тверди́сѧ млⷭ҇ть є҆гѡ̀ на на́съ, и҆ и҆́стина гдⷭ҇нѧ пребыва́етъ во вѣ́къ.  пое‍тъ стїхи‍рꙋ

1 ψάλτης: Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. καὶ ψάλλει ΔΟΞΑΣΤΙΚΌΝ 1 пѣве‍цъ: Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ.  и‍‍ пое‍тъ СЛАВНИКЪ
2 ψάλτης: Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  καὶ ψάλλει ΘΕΟΤΟΚΊΟΝ 2 пѣве‍цъ: и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь. и‍‍ пое‍тъ Богоро‍диченъ
Γέρων: Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει. Ста́рецъ: Свѣ́те ти́хїй ст҃ы́ѧ сла́вы, безсме́ртнагѡ ѻ҆ц҃а̀ нбⷭ҇нагѡ, ст҃а́гѡ бл҃же́ннагѡ, і҆и҃се хрⷭ҇тѐ: прише́дше на за́падъ со́лнца, ви́дѣвше свѣ́тъ вече́рнїй, пое́мъ ѻ҆ц҃а̀, сн҃а и҆ ст҃а́го дх҃а, бг҃а. досто́инъ є҆сѝ во всѧ̑ времена̀ пѣ́тъ бы́ти гла́сы прпⷣбными, сн҃е бж҃їй, живо́тъ даѧ́й: тѣ́мже мі́ръ тѧ̀ сла́витъ.
Κανονάρχης: ἐκφωνεῖ τὴν ἀρχὴν καὶ τὸν ἦχον τοῦ προκειμένου τῆς ἡμέρας. Ψάλται:  ψάλλουσι τὸ προκείμενον δίς. Κανονάρχης: ἐκφωνεῖ τὸν στίχον τοῦ προκειμένου. 1ψάλτης:  ψάλλει τὸ πρῶτον ἥμισυ τοῦ προκειμένου. 2ψάλτης:  ψάλλει τὸ δεύτερον ἥμισυ τοῦ προκειμένου. Канона‍рхъ:  возглаша‍етъ нача‍ло и‍‍ гла‍съ прокі‍мна днѧ. Пѣвцы‌: пою‍тъ прокі‍менъ два‍жды. Канона‍рхъ:  возглаша‍етъ сті‍хъ прокі‍мна. 1 пѣве‍цъ: пое‍тъ пе‍рвꙋю полови‍нꙋ прокі‍мна. 2   пѣве‍цъ: пое‍тъ вторꙋ‍ю полови‍нꙋ прокі‍мна.
Προκείμενον τῇ Κυριακῇ ἑσπέρας. Ἦχος πλ. δ´.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, * πάντες οἱ δοῦλοι Κυρίου.  στίχος: Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Въ недѣлю, гласъ 8:

Сѐ ны́нѣ бл҃гослови́те гдⷭ҇а * всѝ рабѝ гдⷭ҇ни. ‌сті‍хъ: Стоѧ́щїи во хра́мѣ гдⷭ҇ни, во дво́рѣхъ до́мꙋ бг҃а на́шегѡ.

Προκείμενον τῇ Δευτέρᾳ ἑσπέρας. Ἦχος δ´.

Κύριος εἰσακούσεταί μου, * ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. στίχος: Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με.

Въ понедѣльникъ, гласъ 4:

Гдⷭ҇ь ᲂу҆слы́шитъ мѧ̀, * внегда̀ воззва́ти мѝ къ немꙋ̀.  сті‍хъ: Внегда̀ призва́ти мѝ, ᲂу҆слы́ша мѧ̀ бг҃ъ пра́вды моеѧ̀, въ ско‍рби распространи‍лъ мѧ є‍‍си‌.

Προκείμενον τῇ Τρίτῃ ἑσπέρας. Ἦχος α´.

Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με, * πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. στίχος: Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν.

Во вторникъ, гласъ 1:

Млⷭ҇ть твоѧ̀ гдⷭ҇и, пожене́тъ мѧ̀ * всѧ̑ дни̑ живота̀ моегѡ̀.  сті‍хъ: Гдⷭ҇ь пасе́тъ мѧ̀, и҆ ничто́же мѧ̀ лиши́тъ, на мѣ́стѣ ѕла́чнѣ, та́мѡ всели́ мѧ.

Προκείμενον τῇ Τετάρτῃ ἑσπέρας. Ἦχος πλ. α´.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, * καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. στίχος: Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

Въ срѣ‍дꙋ, гласъ 5:

Бж҃е, во и҆́мѧ твоѐ сп҃си́ мѧ, * и҆ въ си́лѣ твое́й сꙋди́ ми.  сті‍хъ: Бж҃е, ᲂу҆слы́ши мл҃твꙋ мою̀, внꙋшѝ глаго́лы ᲂу҆́стъ мои́хъ.

Προκείμενον τῇ Πέμπτῃ ἑσπέρας. Ἦχος πλ. β´.

Ἡ βοήθειά μου παρὰ Κυρίου, * τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. στίχος: Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Въ четверто‍къ, гласъ 6:

По́мощь моѧ̀ ѿ гдⷭ҇а, * сотво́ршагѡ нб҃о и҆ зе́млю.  сті‍хъ: Возведо́хъ ѻ҆́чи моѝ въ го́ры, ѿню́дꙋже прїи́детъ по́мощь моѧ̀.

Προκείμενον τῇ Παρασκευῇ ἑσπέρας. Ἦχος βαρύς.

Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ· * τὸ ἔλεός σου προφθάσει με. στίχος: Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ λύτρωσαί με.

Въ пѧто‍къ, гласъ 7:

Бж҃е, застꙋ́пникъ мо́й є҆сѝ ты̀, * и҆ млⷭ҇ть твоѧ̀ предвари́тъ мѧ̀.  сті‍хъ: И҆зми́ мѧ ѿ вра̑гъ мои́хъ бж҃е, и҆ ѿ востаю́щихъ на мѧ̀ и҆зба́ви мѧ̀.

Προκείμενον τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β´.

Ὁ Κύριος ἐβασίλευσεν, * εὐπρέπειαν ἐνεδύσατο. 1στίχος: Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο. 2στίχος: Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Въ сꙋббо‍тꙋ, гласъ 6:

Гдⷭ҇ь воцр҃и́сѧ, въ лѣ́потꙋ ѡ҆блече́сѧ.  1сті‍хъ: Ѡ҆блече́сѧ гдⷭ҇ь въ си́лꙋ и҆ препоѧ́сасѧ.  2сті‍хъ: И҆́бо ᲂу҆твердѝ вселе́ннꙋю, ꙗ҆́же не подви́житсѧ.

Γέρων: Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.

Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ста́рецъ: Сподо́би гдⷭ҇и въ ве́черъ се́й без̾ грѣха̀ сохрани́тисѧ на́мъ. бл҃гослове́нъ є҆сѝ гдⷭ҇и бж҃е ѻ҆тє́цъ на́шихъ, и҆ хва́льно и҆ просла́влено и҆́мѧ твоѐ во вѣ́ки, а҆ми́нь.

Бꙋ́ди гдⷭ҇и, млⷭ҇ть твоѧ̀ на на́съ, ꙗ҆́коже ᲂу҆пова́хомъ на тѧ̀. бл҃гослове́нъ є҆сѝ гдⷭ҇и, наꙋчи́ мѧ ѡ҆правда́нїємъ твои̑мъ. бл҃гослове́нъ є҆сѝ влⷣко, вразꙋми́ мѧ ѡ҆правда́нїємъ твои̑мъ. бл҃гослове́нъ є҆сѝ ст҃ы́й, просвѣти́ мѧ ѡ҆правда́нїи твои́ми.

Гдⷭ҇и, млⷭ҇ть твоѧ̀ во вѣ́къ, дѣ́лъ рꙋкꙋ̀ твоє́ю не пре́зри: тебѣ̀ подоба́етъ хвала̀, тебѣ̀ подоба́етъ пѣ́нїе, тебѣ̀ сла́ва подоба́етъ, ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ ны́нѣ, и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ.

Ἀναγνώστης: Ἀμήν. Чте́цъ: А҆ми́нь
Ἱερεύς: λέγει τὰ πληρωτικά·

Ἀναγνώστης: ἀπαντᾷ καθʼ ἐκάστην αἴτησιν «Κύριε ἐλέησον» κ.ο.κ.

Свѧще́нникъ:  глаго‍литъ проси‍тельнꙋю є‍‍ктенїю‌.

Чте́цъ: ѿвѣча‍етъ на ка‍ждое прошенїе «Го‍споди поми‍лꙋй» и т. д.

ΑΠΌΣΤΙΧΑ

⁠ἐν πάσαις ταῖς ἡμέραις ἐκτὸς παρασκευῆς καὶ σαββάτου: τρία στιχηρά τῆς Παρακλητικῆς·

1ψάλτης:  ψάλλει πρῶτον στιχηρὸν ἄνευ στίχου·

2ψάλτης: Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὑτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὑτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. καὶ ψάλλει δεύτερον στιχηρόν·

1ψάλτης: Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. καὶ ψάλλει τρίτον στιχηρόν·

τῇ παρασκευῇ ἑσπέρας: τέσσερα στιχηρά·

2ψάλτης:  ψάλλει πρῶτον στιχηρὸν ἄνευ στίχου·

1ψάλτης: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· καὶ ψάλλει δεύτερον στιχηρόν·

2ψάλτης: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος· καὶ ψάλλει 3ον στιχηρόν·

1ψάλτης: Μακάριοι οὓς ἐξελέξω καὶ προσλάβω Κύριε· καὶ ψάλλει τέταρτον στιχηρόν·

τῷ σαββάτῳ ἑσπέρας: τέσσερα στιχηρά·

2ψάλτης:  ψάλλει πρῶτον στιχηρὸν ἄνευ στίχου·

1ψάλτης: Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ ψάλλει δεύτερον στιχηρόν·

2ψάλτης: Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται· καὶ ψάλλει τρίτον στιχηρόν·

1ψάλτης: Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν· καὶ ψάλλει τέταρτον στιχηρόν·

Стихиры на стиховнѣ.

во всѧ‌ дни‌ кромѣ пѧтницы и сꙋбботы: 3 стїхи‍ры ѻкто‍иха:

1 пѣве‍цъ: пое‍тъ пе‍рвꙋю стїхи‍рꙋ без̾ стїха.

2 пѣве‍цъ: Къ тебѣ̀ возведо́хъ ѻ҆́чи моѝ, живꙋ́щемꙋ на нб҃сѝ. сѐ ꙗ҆́кѡ ѻ҆́чи ра̑бъ въ рꙋкꙋ̀ госпо́дїй свои́хъ, ꙗ҆́кѡ ѻ҆́чи рабы́ни въ рꙋкꙋ̀ госпожѝ своеѧ̀: та́кѡ ѻ҆́чи на́ши ко гдⷭ҇ꙋ бг҃ꙋ на́шемꙋ, до́ндеже ᲂу҆ще́дритъ ны̀: и пое‍тъ вторꙋ‍ю стїхи‍рꙋ.

1 пѣве‍цъ: Поми́лꙋй на́съ, гдⷭ҇и, поми́лꙋй на́съ, ꙗ҆́кѡ по мно́гꙋ и҆спо́лнихомсѧ ᲂу҆ничиже́нїѧ: наипа́че напо́лнисѧ дꙋша̀ на́ша поноше́нїѧ гобзꙋ́ющихъ, и҆ ᲂу҆ничиже́нїѧ го́рдыхъ: и пое‍тъ тре‍тюю тїхи‍рꙋ.

въ пѧто‍къ ве‍чера: 4 стїхи‍ры:

2 пѣве‍цъ: пое‍тъ пе‍рвꙋю стїхи‍рꙋ без̾ стїха.

1 пѣве‍цъ: Ди‍венъ Бо‍гъ во свѧты‍хъ свои‍хъ: и‍‍ пое‍тъ вторꙋ‍ю стїхи‍рꙋ.

2 пѣве‍цъ: Свѧты‍мъ и‍‍‍же на земли‌ Е‍‍гѡ‌ оу‍‍диви‍сѧ Госпо‍дь: и‍‍ пое‍тъ тре‍тюю тїхи‍рꙋ.

1 пѣве‍цъ: Блаже‍ни ꙗ‍‍‍же и‍‍збра‍лъ и‍‍ прїѧ‍лъ є‍‍си‌ Го‍споди: и‍‍ пое‍тъ 4ю стїхи‍рꙋ.

въ сꙋббо‍тꙋ ве‍чера: 4 стїхи‍ры:

2 пѣве‍цъ: пое‍тъ пе‍рвꙋю стїхи‍рꙋ без̾ стїха.

1 пѣве‍цъ: Госпо‍дь воцари‍сѧ въ ле‍потꙋ ѡ‍‍блече‍сѧ, ѡ‍‍блече‍сѧ Госпо‍дь въ си‍лꙋ и‍‍ препоѧ‍сасѧ: и‍‍ пое‍тъ вторꙋ‍ю стїхи‍рꙋ.

2 пѣве‍цъ: И‍‍‍бо оу‍‍тверди‌ вселе‍ннꙋю ꙗ‍‍‍же не подви‍житсѧ: и‍‍ пое‍тъ тре‍тюю тїхи‍рꙋ.

1 пѣве‍цъ: До‍мꙋ Твоемꙋ‌ подоба‍етъ свѧты‍нѧ Го‍споди въ долготꙋ‌ дні‍й: и‍‍ пое‍тъ четве‍ртꙋю стїхи‍рꙋ.

2 ψάλτης: Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.  καὶ ψάλλει ΔΟΞΑΣΤΙΚΌΝ 2 пѣве‍цъ: Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ.  и‍‍ пое‍тъ СЛАВНИКЪ
1 ψάλτης: Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. καὶ ψάλλει ΘΕΟΤΟΚΊΟΝ 1 пѣве‍цъ: и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.  и‍‍ пое‍тъ Богоро‍диченъ
Γέρων: Νῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥῆμα σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ста́рецъ: Ны́нѣ ѿпꙋща́еши раба̀ твоего̀, влⷣко, по глаго́лꙋ твоемꙋ̀, съ ми́ромъ: ꙗ҆́кѡ ви́дѣста ѻ҆́чи моѝ сп҃се́нїе твоѐ, є҆́же є҆сѝ ᲂу҆гото́валъ пред̾ лице́мъ всѣ́хъ люде́й, свѣ́тъ во ѿкрове́нїе ꙗ҆зы́кѡвъ, и҆ сла́вꙋ люде́й твои́хъ і҆и҃лѧ.
3 καὶ 4 ψάλται: ψάλλουσι τὴν Παράκλησιν ἢ ΘΕΟΤΟΚΆΡΙΟΝ (κανὼν τῆς Θεοτόκου κατ᾽ ἦχον καὶ ἡμέραν τῆς ἑβδομάδος· ἐκ τῆς συλλογῆς Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου ἢ Ἀγαπίου Λάνδου). 3 и‍‍ 4 пѣвцы‌: пою‍тъ Моле‍бный кано‍нъ и‍‍‍ли Ѳеотока‍рїй (кано‍нъ Богоро‍дицѣ на гла‍съ и‍‍ день седми‍цы, и‍‍зъ сборниковъ прп. Нїкоди‍ма Свѧтого‍рца и‍‍ли А‍‍га‍пїѧ Ла‍ндоса).
Ἀναγνώστης:Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς). Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Чте́цъ:Ст҃ы́й бж҃е, ст҃ы́й крѣ́пкїй, ст҃ы́й безсме́ртный, поми́лꙋй на́съ (три́жды). Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Прест҃а́ѧ трⷪ҇це, поми́лꙋй на́съ: гдⷭ҇и, ѡ҆чи́сти грѣхѝ на́шѧ: влⷣко, простѝ беззакѡ́нїѧ на̑ша: ст҃ы́й, посѣтѝ и҆ и҆сцѣлѝ не́мѡщи на́шѧ, и҆́мене твоегѡ̀ ра́ди.

Гдⷭ҇и поми́лꙋй (три́жды). Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Ѻч҃е на́шъ, и҆́же є҆сѝ на нб҃сѣ́хъ, да свѧти́тсѧ и҆́мѧ твоѐ, да прїи́детъ црⷭ҇твїе твоѐ: да бꙋ́детъ во́лѧ твоѧ̀, ꙗ҆́кѡ на нб҃сѝ и҆ на землѝ. хлѣ́бъ на́шъ насꙋ́щный да́ждь на́мъ дне́сь, и҆ ѡ҆ста́ви на́мъ до́лги на́шѧ, ꙗ҆́коже и҆ мы̀ ѡ҆ставлѧ́емъ должникѡ́мъ на́шымъ: и҆ не введѝ на́съ во и҆скꙋше́нїе, но и҆зба́ви на́съ ѿ лꙋка́вагѡ.

Ἱερεύς: Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Свѧще́нникъ: Ꙗ҆́кѡ твоѐ є҆́сть црⷭ҇тво, и҆ си́ла, и҆ сла́ва, ѻ҆ц҃а̀, и҆ сн҃а, и҆ ст҃а́гѡ дх҃а, ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ.
Ἀναγνώστης: Ἀμήν. Чте́цъ: А҆ми́нь.
1 καὶ 2 ψάλται: ψάλλουσι τὰ ἀπολυτίκια καὶ τὸ ἀντίστοιχον θεοτοκίον τῆς ἡμέρας κατ᾽ ἦχον τοῦ τελευταίου ἀπολιτικίου ἢ ἀπολυτίκιον τῆς δεσποτικῆς - θεομητορικῆς ἑορτῆς κατὰ τὰς περιόδους αὐτῶν. 1 и‍‍ 2 пѣвцы‌: пою‍тъ ѿпꙋсти‍тельны тропари‌ и‍‍ богоро‍диченъ днѧ‌ на гла‍съ послѣ‍днѧгѡ тропарѧ‌ и‍‍‍ли тропа‍рь господскагѡ - богоро‍дичнагѡ пра‍здника въ пері‍оды пра‍зднованїй.
Ἱερεύς: Σοφία. Свѧще́нникъ: Премꙋ‍дрость.
Ἀναγνώστης: Εὐλόγησον. Чте́цъ: Благослови‌.
Ἱερεύς: Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Свѧще́нникъ: Сы‍й Благослове‍нъ Хрїсто‍съ Бо‍гъ нашъ всегда‌, ны‍нѣ и‍‍ при‍снѡ и‍‍ во вѣ‍ки вѣко‍въ.
Ἀναγνώστης: Ἀμήν. Чте́цъ: А҆ми́нь.
Γέρων: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ καὶ Ἱερᾷ Μονῇ ταύτῃ εἰς αἰῶνας αἰώνων. Ста́рецъ: Оу‍‍тверди‌ Бо‍же, свѧтꙋ‍ю и‍‍ непоро‍чнꙋю вѣ‍рꙋ благочести‍выхъ и‍‍ правосла‍вныхъ хрїстїа‍нъ, со свѧто‍й се‍й и‍‍ свѧще‍нной Ѻ‍‍би‍телью во вѣ‍ки вѣкѡ‍въ.
Ἀναγνώστης: Ἀμήν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον (γ΄), εὐλόγησον.

Чте́цъ: А҆ми́нь. Чтⷭ҇нѣ́йшꙋю херꙋві̑мъ, и҆ сла́внѣйшꙋю без̾ сравне́нїѧ серафі̑мъ, без̾ и҆стлѣ́нїѧ бг҃а сло́ва ро́ждшꙋю, сꙋ́щꙋю бцⷣꙋ тѧ̀ велича́емъ.

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Гдⷭ҇и поми́лꙋй (три́жды), благослови‌.

Ἱερεύς: ποιεῖ ἈΠΌΛΥΣΙΝ. Свѧще́нникъ: твори‍тъ ѾПꙊСТЪ.
1 ψάλτης: ἐκφωνεῖ·Πρόσδεξαι Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεός, τὴν δέησιν ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλέησον ἡμᾶς. 1 пѣве‍цъ: возглаша‍етъ:Прїими‌ Го‍споди І‍‍исꙋ‍се Хрїсте‌ Бо‍же, моле‍нїе на‍съ грѣ‍шныхъ и поми‍лꙋй насъ.
2 ψάλτης: ἐκφωνεῖ·Γένοιτο Κύριε τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 2  пѣве‍цъ: возглаша‍етъ:Бꙋ‍ди Го‍споди ми‍лость Твоѧ‌ на на‍съ, ꙗ‍‍‍коже оу‍‍пова‍хомъ на Тѧ‌.
Κανονάρχης: ἐκφωνεῖ·Αἰωνία ἡ μνήμη ὑμῶν ἀξιομακάριστοι καὶ ἀείμνηστοι κτίτορες. Канона‍рхъ: возглаша‍етъ:Вѣ‍чнаѧ па‍мѧть ва‍ша, достоблаже‍нные и‍‍ приснопа‍мѧтные кти‍торы.
Ἀναγνώστης: ἐκφωνεῖ· Αἰωνία ἡ μνήμη αὐτῶν. Чте́цъ: возглаша‍етъ: Вѣ‍чнаѧ па‍мѧть и‍‍‍хъ.
Ἱερεύς: Δι᾿  εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Свѧще́нникъ: Моли‍твами свѧты‍хъ ѻ‍‍те‍цъ нашихъ, Го‍споди, І‍‍исꙋ‍се Хрїсте‌, Сы‍не Бо‍жїй, поми‍лꙋй насъ.
Ἀναγνώστης: Ἀμήν. Чте́цъ: А҆ми́нь.

ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ – МАЛОЕ ПОВЕЧЕРІЕ

Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Свѧще́нникъ: Благослове́нъ Бо́гъ нашъ, всегда̀, ны́нѣ и҆ при́снѡ и҆ во вѣ́ки вѣкѡ́въ.
1 Ἀναγνώστης: Ἀμήν. 1 Чте́цъ: А҆ми́нь
Ἱερεύς: Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Свѧще́нникъ: Сла́ва Тебѣ̀ Бо́же нашъ, сла́ва Тебѣ̀.
Γέρων: Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ста́рецъ: Цр҃ю̀ нбⷭ҇ный, ᲂу҆тѣ́шителю, дш҃е и҆́стины, и҆́же вездѣ̀ сы́й и҆ всѧ̑ и҆сполнѧ́ѧй, сокро́вище бл҃ги́хъ и҆ жи́зни пода́телю, прїидѝ и҆ всели́сѧ въ ны̀, и҆ ѡ҆чи́сти ны̀ ѿ всѧ́кїѧ скве́рны, и҆ сп҃сѝ бл҃же дꙋ́шы на́шѧ.
1 Ἀναγνώστης: Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς). Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον (τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

1 Чте́цъ: а҆ми́нь.

Ст҃ы́й бж҃е, ст҃ы́й крѣ́пкїй, ст҃ы́й безсме́ртный, поми́лꙋй на́съ (три́жды). Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Прест҃а́ѧ трⷪ҇це, поми́лꙋй на́съ: гдⷭ҇и, ѡ҆чи́сти грѣхѝ на́шѧ: влⷣко, простѝ беззакѡ́нїѧ на̑ша: ст҃ы́й, посѣтѝ и҆ и҆сцѣлѝ не́мѡщи на́шѧ, и҆́мене твоегѡ̀ ра́ди.

Гдⷭ҇и поми́лꙋй (три́жды).

Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Ѻч҃е на́шъ, и҆́же є҆сѝ на нб҃сѣ́хъ, да свѧти́тсѧ и҆́мѧ твоѐ, да прїи́детъ црⷭ҇твїе твоѐ: да бꙋ́детъ во́лѧ твоѧ̀, ꙗ҆́кѡ на нб҃сѝ и҆ на землѝ. хлѣ́бъ на́шъ насꙋ́щный да́ждь на́мъ дне́сь, и҆ ѡ҆ста́ви на́мъ до́лги на́шѧ, ꙗ҆́коже и҆ мы̀ ѡ҆ставлѧ́емъ должникѡ́мъ на́шымъ: и҆ не введѝ на́съ во и҆скꙋше́нїе, но и҆зба́ви на́съ ѿ лꙋка́вагѡ.

Ἱερεύς: Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Свѧще́нникъ: Ꙗ҆́кѡ твоѐ є҆́сть црⷭ҇тво, и҆ си́ла, и҆ сла́ва, ѻ҆ц҃а̀, и҆ сн҃а, и҆ ст҃а́гѡ дх҃а, ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ.
1 Ἀναγνώστης: Ἀμήν. Κύριε ἐλέησον (ιβ΄). Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Чте́цъ: А҆ми́нь. Гдⷭ҇и поми́лꙋй (в҃і). Сла́ва ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, и҆ ны́нѣ и҆ при́снѡ, и҆ во вѣ́ки вѣкѡ́въ. а҆ми́нь.

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ цр҃е́ви на́шемꙋ бг҃ꙋ.

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ хрⷭ҇тꙋ̀, цр҃е́ви на́шемꙋ бг҃ꙋ.

Прїиди́те, поклони́мсѧ и҆ припаде́мъ самомꙋ̀ хрⷭ҇тꙋ̀, цр҃е́ви и҆ бг҃ꙋ на́шемꙋ.

ΨΑΛΜΟΣ Ν΄ (50).
1. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
2. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
3. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
4. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
5. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
6. Ἰδού γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
7. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
8. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
9. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
10. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
11. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
12. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.
13. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
14. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
15. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
16. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
17. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
18. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
19. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
20. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ѱало́мъ н‌ (50).
1. Поми́лꙋй мѧ̀ бж҃е, по вели́цѣй ми́лости твое́й и҆ по мно́жествꙋ щедро́тъ твои́хъ ѡ҆чи́сти беззако́нїе моѐ.
2. Наипа́че ѡ҆мы́й мѧ̀ ѿ беззако́нїѧ моегѡ̀, и҆ ѿ грѣха̀ моегѡ̀ ѡ҆чи́сти мѧ̀.
3. Ꙗ҆́кѡ беззако́нїе моѐ а҆́зъ зна́ю, и҆ грѣ́хъ мо́й предо мно́ю є‍‍‍сть вы́нꙋ.
4. Тебѣ̀ є҆ди́номꙋ согрѣши́хъ, и҆ лꙋка́вое пред̾ тобо́ю сотвори́хъ, ꙗ҆́кѡ да ѡ҆правди́шисѧ во словесѣ́хъ твои́хъ, и҆ побѣди́ши, внегда̀ сꙋди́ти тѝ.
5. Се́ бо въ беззако́нїихъ зача́тъ є҆́смь, и҆ во грѣсѣ́хъ роди́ мѧ ма́ти моѧ̀.
6. Се́ бо и҆́стинꙋ возлюби́лъ є҆сѝ, безвѣ̑стнаѧ и҆ та̑йнаѧ премꙋ́дрости твоеѧ̀ ꙗ҆ви́лъ мѝ є҆сѝ.
7. Ѡ҆кропи́ши мѧ̀ ѵ҆ссѡ́помъ, и҆ ѡ҆чи́щꙋсѧ: ѡ҆мы́еши мѧ̀, и҆ па́че снѣ́га ᲂу҆бѣлю́сѧ.
8. Слꙋ́хꙋ моемꙋ̀ да́си ра́дость и҆ весе́лїе, возра́дꙋютсѧ кѡ́сти смирє́нныѧ.
9. Ѿвратѝ лицѐ твоѐ ѿ грѣ̑хъ мои́хъ, и҆ всѧ̑ беззакѡ́нїѧ моѧ̑ ѡ҆чи́сти.
10. Се́рдце чи́сто сози́жди во мнѣ̀ бж҃е, и҆ дꙋ́хъ пра́въ ѡ҆бновѝ во ᲂу҆тро́бѣ мое́й.
11. Не ѿве́ржи менѐ ѿ лица̀ твоегѡ̀, и҆ дх҃а твоегѡ̀ ст҃а́гѡ не ѿимѝ ѿ менѐ.
12. Возда́ждь мѝ ра́дость сп҃се́нїѧ твоегѡ̀, и҆ дх҃омъ влⷣчнимъ ᲂу҆тверди́ мѧ.
13. Наꙋчꙋ̀ беззакѡ́нныѧ пꙋтє́мъ твои̑мъ, и҆ нечести́вїи къ тебѣ̀ ѡ҆братѧ́тсѧ.
14. И҆зба́ви мѧ̀ ѿ крове́й бж҃е, бж҃е сп҃се́нїѧ моегѡ̀, возра́дꙋетсѧ ѧ҆зы́къ мо́й пра́вдѣ твое́й.
15. Гдⷭ҇и, ᲂу҆стнѣ̀ моѝ ѿве́рзеши, и҆ ᲂу҆ста̀ моѧ̑ возвѣстѧ́тъ хвалꙋ̀ твою̀.
16. Ꙗ҆́кѡ а҆́ще бы восхотѣ́лъ є҆сѝ же́ртвы, да́лъ бы́хъ ᲂу҆́бѡ: всесожже́нїѧ не бл҃говоли́ши.
17. Же́ртва бг҃ꙋ дꙋ́хъ сокрꙋше́нъ: се́рдце сокрꙋше́нно и҆ смире́нно бг҃ъ не ᲂу҆ничижи́тъ.
18. Оу҆бл҃жѝ гдⷭ҇и, бл҃говоле́нїемъ твои́мъ сїѡ́на, и҆ да сози́ждꙋтсѧ стѣ́ны і҆ерⷭ҇ли̑мскїѧ.
19. Тогда̀ бл҃говоли́ши же́ртвꙋ пра́вды, возноше́нїе и҆ всесожега́ємаѧ:
20. Тогда̀ возложа́тъ на ѻ҆лта́рь тво́й тельцы̀.
ΨΑΛΜΟΣ ΞΘ΄ (69).
1. Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
2. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
3. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.
4. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντές μοι· Εὖγε, εὖγε.
5. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες, οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
6. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. Ὁ Θεός, βοήθησόν μοι.
7. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε· μὴ χρονίσῃς.
Ѱало́мъ ѯ‌ѳ (69).
1. Бж҃е, въ по́мощь мою̀ вонмѝ, гдⷭ҇и, помощи́ ми потщи́сѧ:
2. Да постыдѧ́тсѧ и҆ посра́мѧтсѧ и҆́щꙋщїи дꙋ́шꙋ мою̀. Да возвратѧ́тсѧ вспѧ́ть, и҆ постыдѧ́тсѧ хотѧ́щїи мѝ ѕла̑ѧ.
3. Да возвратѧ́тсѧ а҆́бїе стыдѧ́щесѧ, глаго́лющїи мѝ: бла́гоже, бла́гоже.
4. Да возра́дꙋютсѧ и҆ возвеселѧ́тсѧ ѡ҆ тебѣ̀ всѝ и҆́щꙋщїи тебѐ бж҃е: и҆ да глаго́лютъ вы́нꙋ, да возвели́читсѧ гдⷭ҇ь, лю́бѧщїи сп҃се́нїе твоѐ.
5. А҆́зъ же ни́щъ є҆́смь и҆ ᲂу҆бо́гъ, бж҃е помози́ ми:
6. Помо́щникъ мо́й, и҆ и҆зба́витель мо́й є҆сѝ ты̀, гдⷭ҇и не закоснѝ.
ΨΑΛΜΟΣ ΡΜΒ΄ (142).
1. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
2. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
3. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
4. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
5. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
6. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρός σοι.
7. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
8. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
9. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
10. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.
11. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
12. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
13. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
14. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Ѱало́мъ рм‌в (142).
1. Гдⷭ҇и, ᲂу҆слы́ши мл҃твꙋ мою̀, внꙋшѝ моле́нїе моѐ во и҆́стинѣ твое́й, ᲂу҆слы́ши мѧ̀ въ пра́вдѣ твое́й:
2. И҆ не вни́ди въ сꙋ́дъ съ рабо́мъ твои́мъ, ꙗ҆́кѡ не ѡ҆правди́тсѧ пред̾ тобо́ю всѧ́къ живы́й.
3. Ꙗ҆́кѡ погна̀ вра́гъ дꙋ́шꙋ мою̀, смири́лъ є҆́сть въ зе́млю живо́тъ мо́й:
4. Посади́лъ мѧ̀ є҆́сть въ те́мныхъ, ꙗ҆́кѡ мє́ртвыѧ вѣ́ка. И҆ ᲂу҆ны̀ во мнѣ̀ дꙋ́хъ мо́й, во мнѣ̀ смѧте́сѧ се́рдце моѐ.
5. Помѧнꙋ́хъ дни̑ дрє́внїѧ, поꙋчи́хсѧ во всѣ́хъ дѣ́лѣхъ твои́хъ, въ творе́нїихъ рꙋкꙋ̀ твоє́ю поꙋча́хсѧ.
6. Воздѣ́хъ къ тебѣ̀ рꙋ́цѣ моѝ: дꙋша̀ моѧ̀ ꙗ҆́кѡ землѧ̀ безво́днаѧ тебѣ̀.
7. Ско́рѡ ᲂу҆слы́ши мѧ̀ гдⷭ҇и, и҆счезѐ дꙋ́хъ мо́й:
8. Не ѿвратѝ лица̀ твоегѡ̀ ѿ менѐ, и҆ ᲂу҆подо́блюсѧ низходѧ́щымъ въ ро́въ.
9. Слы́шанꙋ сотворѝ мнѣ̀ заꙋ́тра млⷭ҇ть твою̀, ꙗ҆́кѡ на тѧ̀ ᲂу҆пова́хъ.
10. Скажѝ мнѣ̀ гдⷭ҇и пꙋ́ть, во́ньже пойдꙋ̀, ꙗ҆́кѡ къ тебѣ̀ взѧ́хъ дꙋ́шꙋ мою̀.
11. И҆зми́ мѧ ѿ вра̑гъ мои́хъ, гдⷭ҇и къ тебѣ̀ прибѣго́хъ, наꙋчи́ мѧ твори́ти во́лю твою̀, ꙗ҆́кѡ ты̀ є҆сѝ бг҃ъ мо́й.
12. Дх҃ъ тво́й бл҃гі́й наста́витъ мѧ̀ на зе́млю пра́вꙋ. И҆́мене твоегѡ̀ ра́ди гдⷭ҇и, живи́ши мѧ̀,
13. Пра́вдою твое́ю и҆зведе́ши ѿ печа́ли дꙋ́шꙋ мою̀: И҆ млⷭ҇тїю твое́ю потреби́ши врагѝ моѧ̑,
14. и҆ погꙋби́ши всѧ̑ стꙋжа́ющыѧ дꙋшѝ мое́й, ꙗ҆́кѡ а҆́зъ ра́бъ тво́й є҆́смь.
ΔΟΞΟΛΟΓΙΑ
1. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
2. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν.
3. Κύριε, Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
4. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
5. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
6. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
7. Καθ᾿ ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
8. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
9. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
10. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
11. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
12. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
13. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας· Ἀμήν.
14. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
15. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
16. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου.
17. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
18. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
19. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
СЛАВОСЛОВІЕ
1. Сла́ва въ вы́шнихъ бг҃ꙋ, и҆ на землѝ ми́ръ, въ человѣ́цѣхъ бл҃говоле́нїе.
2. Хва́лимъ тѧ̀, бл҃гослови́мъ тѧ̀, кла́нѧемъ ти сѧ, славосло́вимъ тѧ̀, бл҃годари́мъ тѧ̀ вели́кїѧ ра́ди сла́вы твоеѧ̀.
3. Гдⷭ҇и цр҃ю̀ нбⷭ҇ный, бж҃е ѻ҆́ч҃е вседержи́телю, гдⷭ҇и сн҃е є҆диноро́дный, і҆и҃се хрⷭ҇тѐ, и҆ ст҃ы́й дш҃е:
4. Гдⷭ҇и бж҃е, а҆́гнче бж҃їй, сн҃е ѻ҆ч҃ь, взе́млѧй грѣ́хъ мі́ра, поми́лꙋй на́съ: взе́млѧй грѣхѝ мі́ра,
5. Прїимѝ моли́твꙋ на́шꙋ: сѣдѧ́й ѡ҆деснꙋ́ю ѻ҆ц҃а̀, поми́лꙋй на́съ.
6. ꙗ҆́кѡ ты̀ є҆сѝ є҆ди́нъ ст҃ъ, ты̀ є҆сѝ є҆ди́нъ гдⷭ҇ь, і҆и҃съ хрⷭ҇то́съ, въ сла́вꙋ бг҃а ѻ҆ц҃а̀, а҆ми́нь.
7. На всѧ́кꙋ но́щь бл҃гословлю́ тѧ, и҆ восхвалю̀ и҆́мѧ твоѐ во вѣ́ки, и҆ въ вѣ́къ вѣ́ка.
8. Гдⷭ҇и, прибѣ́жище бы́лъ є҆сѝ на́мъ въ ро́дъ и҆ ро́дъ. а҆́зъ рѣ́хъ: гдⷭ҇и, поми́лꙋй мѧ̀, и҆сцѣлѝ дꙋ́шꙋ мою̀, ꙗ҆́кѡ согрѣши́хъ тебѣ̀.
9. Гдⷭ҇и, къ тебѣ̀ прибѣго́хъ, наꙋчи́ мѧ твори́ти во́лю твою̀, ꙗ҆́кѡ ты̀ є҆сѝ бг҃ъ мо́й:
10. ꙗ҆́кѡ ᲂу҆ тебѐ и҆сто́чникъ живота̀, во свѣ́тѣ твое́мъ ᲂу҆́зримъ свѣ́тъ.
11. Проба́ви млⷭ҇ть твою̀ вѣ́дꙋщымъ тѧ̀.
12. Сподо́би гдⷭ҇и въ но́щь сїю̀ без̾ грѣха̀ сохрани́тисѧ на́мъ.
13. Бл҃гослове́нъ є҆сѝ гдⷭ҇и, бж҃е ѻ҆тє́цъ на́шихъ, и҆ хва́льно, и҆ просла́влено и҆́мѧ твоѐ во вѣ́ки, а҆ми́нь.
14. Бꙋ́ди гдⷭ҇и, млⷭ҇ть твоѧ̀ на на́съ, ꙗ҆́коже ᲂу҆пова́хомъ на тѧ̀.
15. Бл҃гослове́нъ є҆сѝ гдⷭ҇и, наꙋчи́ мѧ ѡ҆правда́нїємъ твои̑мъ.
16. Бл҃гослове́нъ є҆сѝ влⷣко, вразꙋми́ мѧ ѡ҆правда́нїємъ твои̑мъ.
17. Бл҃гослове́нъ є҆сѝ ст҃ы́й, просвѣти́ мѧ ѡ҆правда́нїи твои́ми.
18. Гдⷭ҇и, ми́лость твоѧ̀ во вѣ́къ, дѣ́лъ рꙋкꙋ̀ твоє́ю не пре́зри.
19. Тебѣ̀ подоба́етъ хвала̀, тебѣ̀ подоба́етъ пѣ́нїе, тебѣ̀ сла́ва подоба́етъ, ѻ҆ц҃ꙋ̀, и҆ сн҃ꙋ, и҆ ст҃о́мꙋ дх҃ꙋ, ны́нѣ и҆ при́снѡ и҆ во вѣ́ки вѣкѡ́въ, а҆ми́нь.
Σύμβολον τῆς Πίστεως·
1. Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
2. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων·
3. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.
4. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
5. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα.
6. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.
7. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
8. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
9. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
10. Εἰς μίαν, ἁγίαν, καθολικήν, καὶ ἀποστολικὴν Ἐκκλησίαν.
11. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
12. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Сѵмволъ вѣры
1. Вѣ́рꙋю во є҆ди́наго бг҃а ѻ҆ц҃а̀, вседержи́телѧ, творца̀ нб҃ꙋ и҆ землѝ, ви̑димымъ же всѣ̑мъ, и҆ неви̑димымъ.
2. И҆ во є҆ди́наго гдⷭ҇а і҆и҃са хрⷭ҇та̀, сн҃а бж҃їѧ, є҆диноро́днаго, и҆́же ѿ ѻ҆ц҃а̀ рожде́ннаго пре́жде всѣ́хъ вѣ̑къ:
3. Свѣ́та ѿ свѣ́та, бг҃а и҆́стинна ѿ бг҃а и҆́стинна, рожде́нна, не сотворе́нна, є҆диносꙋ́щна ѻ҆ц҃ꙋ̀, и҆́мже всѧ̑ бы́ша.
4. На́съ ра́ди человѣ́къ, и҆ на́шегѡ ра́ди сп҃се́нїѧ сше́дшаго съ нб҃съ, и҆ воплоти́вшагосѧ ѿ дх҃а ст҃а и҆ мр҃і́и дв҃ы, и҆ вочл҃вѣ́чшасѧ.
5. Распѧ́таго же за ны̀ при понті́йстѣмъ пїла́тѣ, и҆ страда́вша, и҆ погребе́на.
6. И҆ воскре́сшаго въ тре́тїй де́нь по писа́нїємъ.
7. И҆ возше́дшаго на нб҃са̀, и҆ сѣдѧ́ща ѡ҆деснꙋ́ю ѻ҆ц҃а̀.
8. И҆ па́ки грѧдꙋ́щаго со сла́вою, сꙋди́ти живы̑мъ и҆ мє́ртвымъ, є҆гѡ́же црⷭ҇твїю не бꙋ́детъ конца̀.
9. И҆ въ дх҃а ст҃а́го, гдⷭ҇а, животворѧ́щаго, и҆́же ѿ ѻ҆ц҃а̀ и҆сходѧ́щаго, и҆́же со ѻ҆ц҃е́мъ и҆ сн҃омъ спокланѧ́ема и҆ ссла́вима, глаго́лавшаго проро́ки.
10. Во є҆ди́нꙋ свѧтꙋ́ю, собо́рнꙋю и҆ а҆пⷭ҇льскꙋю цр҃ковь.
11. И҆сповѣ́дꙋю є҆ди́но креще́нїе, во ѡ҆ставле́нїе грѣхѡ́въ.
12. Ча́ю воскресе́нїѧ ме́ртвыхъ: И҆ жи́зни бꙋ́дꙋщагѡ вѣ́ка, а҆ми́нь.

ΧΑΙΡΕΤΙΣΜΟΙ

2 Ἀναγνώστης: Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

ПРИВѢТСТВІѦ (АКАѲІСТЪ)

2 Ἀναγνώστης:

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε ·

1 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

2 Ἀναγνώστης: Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε ·

1 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

2 Ἀναγνώστης: Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε ·

1 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

2 Ἀναγνώστης: καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς Οὐρανόν.

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.

Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Ἤκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.

Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.

Χαῖρε, στεῤῥὸν τῆς Πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.

Χαῖρε, δι᾿ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι᾿ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.

Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφὴ τοῦ Μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾿ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾿ οὗ σκέπονται πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολὴ τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.

Χαῖρε, δι᾿ ἧς ἐλύθη παράβασις· χαῖρε δι᾿ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ Βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τό, πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾿ ἡμᾶς ἐφάνη καθ᾿ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.

Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύῤῥητον ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης:

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾿ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης:

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναὸν Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.

Χαῖρε, Κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.

Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.

Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, δι᾿ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι᾿ ἧς ἐχθροὶ καταπίπτουσι.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

2 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον·

1 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

2 Ἀναγνώστης: Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον·

1 Ἀναγνώστης: Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

2 Ἀναγνώστης: Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον· δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας· καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, τοὺς σοὶ βοῶντας·

Ἀλληλούϊα.

1 Ἀναγνώστης: Ἀλληλούϊα.

2 Ἀναγνώστης: Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: Χαῖρε, Νύμφη ἀνύμφευτε.

1 Ἀναγνώστης: