Difference between revisions of "0/grc"
m |
m |
||
Line 15: | Line 15: | ||
|} | |} | ||
− | + | ||
− | |||
− | |||
− | |||
− | |||
− | |||
[https://www.youtube.com/channel/UCAoPy8AvtF55dh9SBuevXAg Δίαυλος ἡμῶν ἐν τῷ YouTube] | [https://www.youtube.com/channel/UCAoPy8AvtF55dh9SBuevXAg Δίαυλος ἡμῶν ἐν τῷ YouTube] | ||
Revision as of 15:23, 4 October 2019
Ψάλλω, ὅθεν εἰμί
ΘΕΟΠΝΕΥΣΤΑ ΜΟΥΣΙΚΑ ΜΝΗΜΕΙΑ
ΨΑΛΤΙΚΗ - ΖΩΗ Πάντες δι᾽ οὓς ἡ Ψαλτική εστιν ὡς δευτέρα ἀναπνοή, μυστικὴ πνευματικὴ ἄθλησις, πηγὴ ἐμπνεύσεως, ὁδηγὸς πρὸς τὴν θεωρίαν καὶ φάρμακον τῆς ψυχῆς Ὧδε δημοσιεύονται καὶ συζητοῦνται τὰ θεόπνευστα μνημεῖα τῆς ψαλτικῆς τέχνης καὶ πᾶν συνδεόμενον μετὰ ὑμνῳδίας. Βόρειος γῆ Ἐν τῇ χώρᾳ ταύτῃ δημοσιεύονται καὶ συζητοῦνται μελῳδίαι καὶ ὕμνοι τῆς λεγομένης «Ζνάμεννο» ψαλτικῆς τέχνης ἢ ἑτέροις λόγοις· «Βόρειος Πατερικὴ ὑμνῳδία», στολποβόι, πουτεβόι καὶ δεμέστβο μέλος, παλαιὰ σλαβικὴ ψαλτική, βόρειος δι᾽ ἤχου ἐνσάρκωσις τοῦ οὐρανίου ἄσματος. ΤΕΧΝΗ – ΠΑΡΑΔΟΣΙΣ |
Ἑῴα γῆ Ἐν τῇ χώρᾳ ταύτῃ δημοσιεύονται καὶ συζητοῦνται μελῳδίαι καὶ ὕμνοι τῆς λεγομένης «Βυζαντινῆς ψαλτικῆς τέχνης» ἢ ἑτέροις λόγοις· ψαλτικὴ τῆς πρωτευούσης Ἐκκλησιας, «Ἀνατολικὴ Πατερικὴ ὑμνῳδία», ἑλληνική, ἀνατολικὴ σλαβικὴ καὶ ἀραβικὴ ψαλτική, ἀνατολικὴ δι᾽ ἤχου ἐνσάρκωσις τοῦ οὐρανίου ἄσματος. Ψηφιακὴ καταγραφὴ τῶν μὲν παραδοσιακῶν σημειογραφιῶν ἐν ταῖς ἡμῶν ἰστοσελίσι γίνεται διὰ τοῦ συστήματος ΕΥΔΡΟΜΟΥΝΤΕΣ (Serafim Unicode), τῶν δὲ εὐροπαϊκῶν πολυγραμμάτων σημειογραφιῶν διὰ τῆς mediawiki-ἐπεκτάσεως Score τοῦ συστήματος Lilypond. 𝝙𝝙𝁇𝂅𝂅𝝾 𝁇𝁜𝝾 𝁑𝁿𝝾 𝁇𝁿𝝾 𝁕𝁿𝝽𝝰 𝁇𝃰𝂏𝝥𝝰 𝁑𝝰 𝁇𝁿𝞃𝞀𝝸 𝁇𝃰𝁚𝝸 𝁑𝝹𝝰𝝸 𝁑𝝰𝝸 𝁑𝝪𝝸 𝃰𝞄𝝸 𝁇𝁿𝁛𝟂 𝁑𝁿𝟂 𝂪 𝁆𝁿𝁚𝝹𝝰𝝸 𝁑𝁿𝝖𝁑𝂅𝂅𝝲𝝸 𝁇𝃲𝝸 𝁇𝝸 𝁉𝟂 𝁑𝟂 𝁇𝃰𝝥𝝼𝝴 𝁆𝁿𝁚𝝴𝞄 𝁑𝁿𝝻𝝰 𝁑𝁿𝝰 𝁑𝁿𝝰 𝁇𝂏𝝰 𝁑𝁜𝂅𝝰 𝁑𝂏𝝰 𝁇𝁚𝂴𝝰 𝁑𝝰 𝁑𝁿𝝰 𝁆𝂅𝂅𝞃𝝸𝂳 Ἑσπέριος γῆ Ἐν τῇ χώρᾳ ταύτῃ δημοσιεύονται καὶ συζητοῦνται μελῳδίαι καὶ ὕμνοι τοῦ «Γρηγοριανοῦ» καὶ «Ἀμβροσιανοῦ» μέλους· «Δυτικὴ Πατερικὴ ὑμνῳδία», ἀρχαία ῥωμαϊκή, παλαιὰ λατινικὴ ψαλτική, ἡ δυτικὴ δι᾽ ἤχου ἐνσάρκωσις τοῦ οὐρανίου ἄσματος. |
ΜΕΛΟΣ - ΕΝΝΟΙΑ Ἐν τῇ ἡμῶν πολιτείᾳ πολιτεύονται ὅσοι πιστεύουσιν ὅτι ἑκάστη μελῳδία ὡσεὶ λόγος, ἐκφράζει πνευματικὴν ἔννοιαν. Αἱ ἔννοιαι αἵτινες δι᾽ ἤχου ἐνσαρκοῦνται, δύνανται ἔχειν θεραπευτικὴν δύναμιν ἢ τἀνάπαλιν, φθοροποιὸν καὶ ἀποκτείνουσαν ψυχὰς ἀνθρώπων. Μεσημβρινὴ γῆ Ἐν τῇ χώρᾳ ταύτῃ δημοσιεύονται καὶ συζητοῦνται πᾶσαι μελῳδίαι καὶ ὕμνοι οἱ παραλειφθῆσαι μὲν ἐν ἑτέραις χώραις, φέροντες δὲ τὴν σφραγίδα τῆς θείας ἐμπνεύσεως· τὰ ἰβηριτικὰ μέλη, παλαιὰ πολονικὰ μέλη καὶ ἄλλα ὑποψήφια μέλη διὰ τὸ τίμιον ὄνομα τῆς δι᾽ ἤχου ἀπεικονήσεως τοῦ οὐρανίου ἄσματος. ΠΡΟΣΩΠΟΝ ΨΑΛΤΟΥ – ΑΓΙΟΤΗΣ |